Mark 9:2-8

2Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον
 καὶ = WH Treg RP: || καὶ τὸν = NA/NIV
καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
3καὶ τὰ ἱμάτια αὐτοῦ
 ἐγένετο = WH NA/NIV: || ἐγένοντο = Treg RP
ἐγένετο στίλβοντα λευκὰ
 λίαν = WH Treg NA/NIV: || λίαν ὡς χιών = RP
λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται
 οὕτως = WH Treg NA/NIV: || [omit] = RP
οὕτως λευκᾶναι.
4καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 5καὶ ἀποκριθεὶς Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν
 τρεῖς σκηνάς = WH Treg NA/NIV: || σκηνὰς τρεῖς = RP
τρεῖς σκηνάς ⸃, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.
6οὐ γὰρ ᾔδει τί
 ἀποκριθῇ = WH Treg NA/NIV: || λαλήσει = RP
ἀποκριθῇ,
 ἔκφοβοι γὰρ ἐγένοντο = WH Treg NA/NIV: || ἦσαν γὰρ ἔκφοβοι = RP
ἔκφοβοι γὰρ ἐγένοντο ⸃.
7καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ
 ἐγένετο = WH NA/NIV: || ἦλθεν = Treg RP
ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν υἱός μου ἀγαπητός,
 ἀκούετε αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἀκούετε = RP
ἀκούετε αὐτοῦ ⸃.
8καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον
 ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ’ ἑαυτῶν = Treg NA/NIV RP: || μεθ᾽ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον = WH
ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν ⸃.

Copyright information for SBLG